οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψανδίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,