βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψανδίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθεΛαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·