Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
  • εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
  • νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,
  • βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,
  • ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.
  • ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
  • αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
  • ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο
  • βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·
  • τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,
  • φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·
  • οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.
  • αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,
  • μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
  • δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
  • οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,
  • ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
  • αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
  • μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.
  • καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,
  • βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
  • ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
  • καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.
  • οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·
  • Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  • ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.
  • οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.
  • ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε
  • Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.
  • αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·
  • Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  • τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,
  • οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε
  • χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,
  • ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.
  • εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν,
  • δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.
  • τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  • Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε
  • καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
  • τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ
  • τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
  • ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·
  • ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.
  • αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  • νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος
  • εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.
  • τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·
  • εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει,
  • ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.
  • ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
  • δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·
  • ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
  • καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,
  • ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,
  • ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.
  • ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη
  • φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,
  • δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
  • νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
  • ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε
  • κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,
  • ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα
  • ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα
  • εἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ
  • πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε
  • πάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
  • κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.
  • Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·
  • ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
  • ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.
  • οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
  • κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.
  • αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους
  • λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,
  • ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷ
  • ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·
  • τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,
  • ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.
  • ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,
  • ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,
  • ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.
  • παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι
  • ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.
  • ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·
  • αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,
  • τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον
  • οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·
  • ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,
  • μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.
  • νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω
  • ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον
  • ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη
  • κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,
  • τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.
  • ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,
  • μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,
  • ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.
  • Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε
  • εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.
  • ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ
  • νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
  • ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
  • ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;
  • ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ
  • σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν
  • αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.
    1. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
    2. κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
    3. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
    4. ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,
    5. ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω
    6. ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.
    7. ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,
    8. ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον
    9. αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.
    10. εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ
    11. κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
    12. δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν·
    13. ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
    14. ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον
    15. τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.
    16. ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.
    17. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
    18. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
    19. νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.
    20. καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,
    21. αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων
    22. βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.
    23. οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.
    24. τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο
    25. Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.