τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράωννῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίσταςἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιοβοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψανδίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,