αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸντεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράωννῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίσταςἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιοβοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψανδίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθεΛαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γεχαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν,δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινεκαὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷτυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχοςεὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει,ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροιδαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλληφαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίωννηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθεκεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλαἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάνταεἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶπλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξεπάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼςκάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαινανκύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχουςλῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντιἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχονοὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσωἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθονὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστηκρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τεεἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶνῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳσοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιναὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,