Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
  • πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
  • λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
  • ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
  • ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
  • εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,
  • αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν
  • τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
  • εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
  • νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,
  • βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,