Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·
  2. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
  3. πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
  4. λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
  5. ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
  6. ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
  7. εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,
  8. αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν
  9. τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
  10. εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
  11. νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,
  12. βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,
  13. ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.
  14. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
  15. αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
  16. ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο
  17. βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·
  18. τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,