Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·
  2. δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν
  3. εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
  4. ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
  5. χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
  6. ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·
  7. οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
  8. Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·
  9. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
  10. πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
  11. λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
  12. ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
  13. ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
  14. εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,
  15. αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν
  16. τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
  17. εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
  18. νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,