Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.
  2. οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
  3. τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
  4. ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
  5. καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
  6. ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,
  7. γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·
  8. δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν
  9. εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
  10. ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
  11. χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
  12. ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·
  13. οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
  14. Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·
  15. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
  16. πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
  17. λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
  18. ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας