Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.
  2. ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·
  3. καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·
  4. ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε
  5. ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·
  6. δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,
  7. Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.