Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.
  3. ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·
  4. καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·
  5. ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε
  6. ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·
  7. δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,
  8. Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
  9. ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  10. μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος
  11. γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.
  12. οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
  13. τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
  14. ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
  15. καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
  16. ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,
  17. γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·
  18. δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν
  19. εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
  20. ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
  21. χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
  22. ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·
  23. οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
  24. Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·
  25. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
  26. πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
  27. λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
  28. ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας