Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  2. μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,
  3. οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·
  4. κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
  5. ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
  6. ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
  7. λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
  8. γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
  9. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  10. νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.
  11. ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·
  12. καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·
  13. ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε
  14. ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·
  15. δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,
  16. Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
  17. ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  18. μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος
  19. γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.
  20. οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
  21. τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
  22. ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
  23. καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
  24. ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,
  25. γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·
  26. δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν
  27. εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
  28. ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
  29. χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
  30. ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·
  31. οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
  32. Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·
  33. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
  34. πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
  35. λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
  36. ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
  37. ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
  38. εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,
  39. αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν
  40. τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
  41. εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
  42. νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,
  43. βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,
  44. ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.
  45. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
  46. αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
  47. ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο
  48. βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·
  49. τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,
  50. φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·
  51. οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.
  52. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,
  53. μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
  54. δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
  55. οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,
  56. ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
  57. αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
  58. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.
  59. καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,
  60. βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
  61. ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
  62. καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.
  63. οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·
  64. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  65. ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.
  66. οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.
  67. ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε
  68. Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.
  69. αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·
  70. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  71. τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,
  72. οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε
  73. χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,
  74. ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.
  75. εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν,
  76. δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.
  77. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  78. Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε
  79. καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
  80. τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ
  81. τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
  82. ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·
  83. ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.
  84. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  85. νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος
  86. εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.
  87. τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·
  88. εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει,
  89. ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.
  90. ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
  91. δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·
  92. ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
  93. καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,
  94. ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,
  95. ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.
  96. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη
  97. φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,
  98. δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
  99. νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
  100. ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε
  101. κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,
  102. ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα
  103. ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα
  104. εἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ
  105. πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε
  106. πάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
  107. κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.
  108. Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·
  109. ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
  110. ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.
  111. οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
  112. κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.
  113. αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους
  114. λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,
  115. ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷ
  116. ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·
  117. τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,
  118. ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.
  119. ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,
  120. ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,
  121. ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.
  122. παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι
  123. ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.