Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
  2. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  3. μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,
  4. οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·
  5. κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
  6. ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
  7. ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
  8. λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
  9. γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
  10. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  11. νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.