Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,
  2. ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.
  3. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
  4. καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,
  5. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  6. Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.
  7. ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·
  8. εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν
  9. εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν
  10. ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι