Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
  2. δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,
  3. ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.
  4. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
  5. καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,
  6. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  7. Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.
  8. ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·
  9. εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν
  10. εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν
  11. ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι
  12. ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.
  13. ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.