Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
  • ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,
  • ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα
  • νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.
  • ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
  • δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,
  • ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.