Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
  • ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ
  • οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε
  • νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,
  • ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας
  • νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.
  • ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,
  • γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,