Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·
  2. ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
  3. ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
  4. ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
  5. αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·
  6. σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα
  7. κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
  8. ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ
  9. οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε
  10. νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,
  11. ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας
  12. νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.
  13. ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,
  14. γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,