Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.
  2. δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
  3. μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων
  4. οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
  5. μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
  6. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
  7. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
  8. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
  9. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
  10. ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο
  11. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε