Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
  2. ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·
  3. αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
  4. χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·
  5. οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
  6. πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
  7. αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
  8. Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
  9. ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
  10. πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.
  11. δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
  12. μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων
  13. οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
  14. μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
  15. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
  16. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
  17. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
  18. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,