Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
  2. ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
  3. σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους
  4. ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
  5. ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες
  6. ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.
  7. ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ