Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
  2. δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
  3. ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
  4. ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
  5. τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
  6. ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
  7. σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους
  8. ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
  9. ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες
  10. ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.
  11. ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
  12. ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
  13. ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
  14. ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
  15. ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·
  16. αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
  17. χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·
  18. οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
  19. πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
  20. αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
  21. Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
  22. ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
  23. πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.
  24. δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
  25. μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων
  26. οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
  27. μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
  28. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
  29. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
  30. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
  31. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
  32. ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο
  33. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
  34. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·
  35. ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
  36. ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
  37. ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
  38. αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·
  39. σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα
  40. κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
  41. ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ
  42. οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε
  43. νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,
  44. ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας
  45. νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.
  46. ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,
  47. γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
  48. ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,
  49. ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα
  50. νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.
  51. ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
  52. δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,
  53. ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.
  54. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
  55. καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,