Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
  2. πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
  3. δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
  4. ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
  5. ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
  6. τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
  7. ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
  8. σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους