Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
  2. καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
  3. λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·
  4. αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
  5. μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
  6. πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
  7. Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.
  8. οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε
  9. πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
  10. ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·
  11. ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις
  12. δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
  13. ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ
  14. πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη
  15. ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·
  16. ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
  17. πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
  18. δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
  19. ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
  20. ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
  21. τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
  22. ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
  23. σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους
  24. ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
  25. ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες
  26. ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.
  27. ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
  28. ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
  29. ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
  30. ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
  31. ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·
  32. αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
  33. χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·
  34. οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
  35. πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
  36. αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
  37. Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
  38. ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
  39. πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.
  40. δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
  41. μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων
  42. οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
  43. μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
  44. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
  45. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
  46. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
  47. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
  48. ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο
  49. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
  50. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·
  51. ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
  52. ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
  53. ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
  54. αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·
  55. σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα
  56. κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
  57. ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ