Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·
  2. σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ
  3. βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.
  4. τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
  5. νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι
  6. κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.
  7. ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
  8. Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
  9. μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
  10. εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
  11. καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
  12. λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·
  13. αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
  14. μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
  15. πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
  16. Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.
  17. οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε
  18. πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
  19. ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·
  20. ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις
  21. δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
  22. ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ
  23. πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη
  24. ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·
  25. ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
  26. πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
  27. δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
  28. ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
  29. ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
  30. τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
  31. ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
  32. σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους
  33. ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
  34. ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες
  35. ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.
  36. ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
  37. ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων