Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.
  2. νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
  3. ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
  4. τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς
  5. δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·
  6. σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ
  7. βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.
  8. τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
  9. νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι
  10. κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.
  11. ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
  12. Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
  13. μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
  14. εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
  15. καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
  16. λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·
  17. αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
  18. μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
  19. πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
  20. Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.