ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνοναὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφιπλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστασημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρωνεἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ ἄκουσον,ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάνταςἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃΣειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκναοἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶςἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρωνκηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃτῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,