ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνοναὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφιπλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστασημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρωνεἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ ἄκουσον,