νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιονῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείηςοἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκηςοἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή,θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ,τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντεςπήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα Κίρκηνἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκαἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇσῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνοναὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφιπλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστασημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρωνεἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ ἄκουσον,ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάνταςἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃΣειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκναοἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶςἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρωνκηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃτῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τεὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸςθυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰςκῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαιτρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶνκύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.