Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
  2. ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.
  3. ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
  4. ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους
  5. ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
  6. αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
  7. πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
  8. αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα
  9. φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,
  10. αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
  11. ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.
  12. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα
  13. καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
  14. τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,
  15. βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ
  16. νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
  17. αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
  18. μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
  19. ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·
  20. οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ
  21. εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·
  22. ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,
  23. ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.
  24. νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
  25. ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
  26. τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς
  27. δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·
  28. σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ
  29. βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.
  30. τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
  31. νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι
  32. κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.
  33. ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
  34. Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
  35. μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
  36. εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
  37. καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
  38. λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·
  39. αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
  40. μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
  41. πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
  42. Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.
  43. οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε
  44. πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
  45. ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·
  46. ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις
  47. δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
  48. ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ
  49. πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη
  50. ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·
  51. ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
  52. πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
  53. δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
  54. ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
  55. ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
  56. τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
  57. ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
  58. σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους
  59. ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
  60. ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες
  61. ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.
  62. ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
  63. ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
  64. ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
  65. ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
  66. ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·
  67. αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
  68. χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·
  69. οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
  70. πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
  71. αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
  72. Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
  73. ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
  74. πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.
  75. δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
  76. μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων
  77. οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
  78. μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
  79. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
  80. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
  81. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
  82. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
  83. ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο
  84. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
  85. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·
  86. ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
  87. ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
  88. ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
  89. αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·
  90. σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα
  91. κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
  92. ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ
  93. οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε
  94. νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,
  95. ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας
  96. νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.
  97. ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,
  98. γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
  99. ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,
  100. ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα
  101. νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.
  102. ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
  103. δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,
  104. ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.
  105. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
  106. καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,
  107. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  108. Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.
  109. ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·
  110. εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν
  111. εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν
  112. ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι
  113. ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.
  114. ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.
  115. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,