Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.
  2. ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·
  3. σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,
  4. δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.
  5. ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον
  6. αὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφι
  7. πλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα
  8. σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ
  9. ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.
  10. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  11. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  12. ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  13. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
  14. οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,
  15. ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων
  16. εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·
  17. αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.
  18. καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·
  19. ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ ἄκουσον,
  20. ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.
  21. Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας
  22. ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.
  23. ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ
  24. Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα
  25. οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,
  26. ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ
  27. ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς
  28. ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.
  29. ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων
  30. κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ
  31. τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,
  32. δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε
  33. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,
  34. ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.
  35. εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,
  36. οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.
  37. αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,
  38. ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,
  39. ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς
  40. θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.
  41. ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰς
  42. κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·
  43. Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.
  44. τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
  45. τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,
  46. ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·
  47. ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.
  48. τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,
  49. ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν
  50. κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.
  51. οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,
  52. Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.
  53. καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,
  54. ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.
  55. οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
  56. ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε
  57. κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη
  58. κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.
  59. οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,
  60. οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·
  61. πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.
  62. μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,
  63. πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς
  64. νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.
  65. οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ
  66. τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.
  67. ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.
  68. τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
  69. γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν
  70. γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.
  71. τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
  72. ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ
  73. σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες
  74. πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.
  75. μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
  76. ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,
  77. αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,
  78. δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι
  79. κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.
  80. τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
  81. παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ
  82. φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.
  83. τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.
  84. πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.
  85. τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·
  86. τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.
  87. τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ
  88. δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·
  89. οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων.
  90. ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα
  91. νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
  92. ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.
  93. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  94. εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,
  95. εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
  96. τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.
  97. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  98. σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε
  99. καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
  100. ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,
  101. δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·
  102. οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.
  103. ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,
  104. δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι
  105. τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.
  106. ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,
  107. μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·
  108. ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
  109. Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ