Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
  2. ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ
  3. Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
  4. ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.
  5. ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
  6. ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους
  7. ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
  8. αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
  9. πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
  10. αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα
  11. φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,
  12. αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
  13. ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.
  14. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα
  15. καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
  16. τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,
  17. βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ
  18. νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.