Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·
  2. δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
  3. νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.
  4. οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
  5. πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,
  6. ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
  7. ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ
  8. Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
  9. ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.
  10. ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
  11. ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους