Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους
  • θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
  • ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
  • ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
  • Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
  • φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.
  • οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ
  • δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,
  • ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.
  • εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
  • ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.