Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
  2. ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους
  3. θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
  4. ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
  5. ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
  6. Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
  7. φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.
  8. οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ
  9. δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,
  10. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.
  11. εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
  12. ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.