Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
  2. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
  3. ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους
  4. θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
  5. ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
  6. ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
  7. Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
  8. φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.