Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
  2. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
  3. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  4. ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
  5. ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
  6. Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
  7. αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
  8. ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
  9. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
  10. ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους
  11. θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
  12. ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
  13. ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
  14. Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
  15. φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.
  16. οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ
  17. δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,
  18. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.
  19. εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
  20. ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.
  21. ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·
  22. τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
  23. νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
  24. αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
  25. ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
  26. ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο
  27. καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ
  28. ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
  29. αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
  30. τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·
  31. αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
  32. Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·
  33. ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.
  34. οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
  35. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·
  36. αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  37. ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,
  38. ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς
  39. ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·
  40. δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
  41. νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.
  42. οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
  43. πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,
  44. ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
  45. ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ
  46. Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
  47. ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.
  48. ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
  49. ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους
  50. ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
  51. αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
  52. πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
  53. αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα
  54. φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,
  55. αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
  56. ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.
  57. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα
  58. καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
  59. τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,
  60. βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ
  61. νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
  62. αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
  63. μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
  64. ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·
  65. οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ
  66. εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·
  67. ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,
  68. ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.
  69. νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
  70. ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
  71. τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς
  72. δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·
  73. σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ
  74. βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.
  75. τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
  76. νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι
  77. κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.
  78. ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
  79. Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
  80. μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
  81. εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
  82. καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
  83. λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·
  84. αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
  85. μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
  86. πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
  87. Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.
  88. οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε
  89. πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
  90. ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·
  91. ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις
  92. δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
  93. ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ
  94. πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη
  95. ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·
  96. ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
  97. πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
  98. δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
  99. ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
  100. ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
  101. τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
  102. ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
  103. σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους
  104. ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
  105. ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες
  106. ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.
  107. ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
  108. ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
  109. ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
  110. ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
  111. ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·
  112. αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας