Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  2. ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·
  3. αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους
  4. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
  5. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
  6. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  7. ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
  8. ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
  9. Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
  10. αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
  11. ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
  12. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
  13. ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους
  14. θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
  15. ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
  16. ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
  17. Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
  18. φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.
  19. οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ
  20. δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,
  21. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.
  22. εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
  23. ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.
  24. ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·
  25. τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
  26. νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
  27. αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
  28. ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
  29. ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο
  30. καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ
  31. ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
  32. αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
  33. τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·
  34. αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
  35. Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·
  36. ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.
  37. οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε