Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
  2. ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.
  3. τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ
  4. Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,
  5. μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.
  6. τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
  7. ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
  8. εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
  9. νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
  10. ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.
  11. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  12. ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·
  13. αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους
  14. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
  15. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
  16. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  17. ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
  18. ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
  19. Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
  20. αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
  21. ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
  22. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
  23. ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους
  24. θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
  25. ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
  26. ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
  27. Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
  28. φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.
  29. οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ
  30. δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,
  31. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.
  32. εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
  33. ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.
  34. ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·
  35. τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
  36. νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
  37. αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
  38. ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
  39. ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο
  40. καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ
  41. ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
  42. αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
  43. τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·
  44. αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
  45. Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·
  46. ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.
  47. οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
  48. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·
  49. αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  50. ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,
  51. ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς
  52. ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·
  53. δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
  54. νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.
  55. οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
  56. πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,
  57. ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
  58. ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ
  59. Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
  60. ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.
  61. ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
  62. ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους
  63. ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
  64. αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε