Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,
  • πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,
  • οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,
  • νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
  • ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.
  • τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ
  • Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,
  • μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.
  • τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
  • ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
  • εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
  • νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,