Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε
  • καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
  • ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,
  • δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·
  • οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.
  • ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,
  • δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι
  • τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.
  • ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,
  • μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·
  • ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
  • Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ
  • βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,
  • ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,
  • πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,
  • οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,
  • νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
  • ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.