Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
  2. τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.
  3. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  4. σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε
  5. καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
  6. ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,
  7. δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·
  8. οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.
  9. ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,
  10. δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι
  11. τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.
  12. ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,
  13. μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·
  14. ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
  15. Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ
  16. βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,
  17. ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,
  18. πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,
  19. οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,
  20. νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
  21. ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.
  22. τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ