Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
  2. τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.
  3. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  4. σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε
  5. καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
  6. ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,
  7. δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·
  8. οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.
  9. ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,
  10. δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι
  11. τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.