Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,
  2. εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
  3. τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.
  4. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  5. σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε
  6. καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
  7. ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,
  8. δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·