Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,
- αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.
- ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον
- κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,
- καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·
- νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·
- τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω
- λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ
- χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
- ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,
- αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
- ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα
- Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,
- βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα
- Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
- τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
- καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
- εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
- νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
- ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,
- νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,
- ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι
- μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
- ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·
- αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
- κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,
- ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,
- εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
- ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
- οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους
- οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
- σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·
- ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης
- φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
- καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,
- ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
- ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
- οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας
- ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
- πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
- ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ
- γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
- ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
- μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·
- ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν
- ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.
- εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;
- ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
- ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.
- ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων
- αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·
- ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.
- ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω
- Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·
- αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ
- ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,
- καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
- τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα
- ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.
- μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,
- Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι
- πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.
- ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις
- νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες
- εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο
- ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·
- οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
- γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,
- ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ
- Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
- τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
- ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα
- οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;
- εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,
- ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη
- ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.
- εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,
- ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει
- ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.
- ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·
- καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
- σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ
- φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
- σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος
- Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας
- δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·
- πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει
- ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ
- δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,
- ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,
- ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·
- αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,
- πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο
- φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.
- ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει
- σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.
- οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·
- οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα
- οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,
- οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα
- τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·
- ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,
- σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξας
- μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.
- τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,
- τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ
- ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
- μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα,
- ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε
- ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;
- ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια
- ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;
- ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·
- ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,
- οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,
- ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·
- οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,
- ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο
- δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,
- ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.
- ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα
- ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.
- νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκες
- ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,
- ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.
- αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,
- αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.
- ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
- σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
- οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.
- αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη
- ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.
- ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,
- ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,
- φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·
- ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,
- ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,
- καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.
- τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
- ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·
- πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,
- κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.
- λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.
- αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,
- ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ
- τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
- ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.
- νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·
- αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.
- ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
- ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,
- τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην
- ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ
- ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.
- τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,
- Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.
- τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,
- ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,
- καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,
- οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,
- πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο
- ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.
- τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,
- ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα
- γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·
- καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,
- τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.
- μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,
- ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο
- γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας
- γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.
- ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων
- Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·
- ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,
- ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,
- ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω
- πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.
- καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς
- γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,
- ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,
- ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·
- ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,
- Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.
- τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,
- τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς
- τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους
- ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης
- ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων
- ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,
- δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
- ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
- ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
- καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,
- θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.
- καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,
- ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,
- Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
- τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·
- οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
- ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε
- τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
- τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν
- εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
- καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,
- Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,
- οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
- καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·
- ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
- εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
- οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
- φυλόπιδα στήσειν πολυάικος πολέμοιο.
- Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ
- Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.
- καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·
- ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,
- ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους
- ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.
- Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην,
- κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς
- ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
- ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα
- Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.
- Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην,
- ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
- πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
- ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·
- πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη
- εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους
- ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
- κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
- τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
- Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
- εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
- ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·
- τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
- οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν
- κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
- τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
- ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·
- ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης
- μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.
- Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.
- τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
- τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε
- ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·
- ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
- ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
- δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει
- πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
- εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,
- πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
- καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,
- πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·
- καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
- πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
- τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
- ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,
- ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς
- βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,
- ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·
- σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.
- μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,
- πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
- εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ
- Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
- νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη
- εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.
- καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ
- τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
- ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
- εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε
- τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,
- κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
- οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
- ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
- αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ
- ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,
- ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
- ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ
- οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
- ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·
- κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,
- πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·
- ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,
- οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
- τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
- Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
- τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
- ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
- ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;
- ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
- βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,
- ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;
- ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
- διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
- οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
- ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,
- οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,
- ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε
- ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,
- δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
- ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι
- νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,
- οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο
- ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.
- ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,
- μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·
- ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,
- ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
- κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
- οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,
- Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
- ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων
- βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις
- νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο
- χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.
- ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
- ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·
- οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,
- κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε
- ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
- οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα
- οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
- θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς
- ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς
- ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,
- σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.
- ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
- τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·
- μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,
- ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.
- ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·
- λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε
- κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
- ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς
- ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ
- νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,
- ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,
- καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.
- ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις
- ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
- κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν
- νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
- εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,
- ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,
- ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·
- οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,
- ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
- νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
- ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·
- ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
- καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
- Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
- τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
- ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
- καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
- διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
- σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
- πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ
- ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,
- ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν
- εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·
- οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
- γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,
- οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.
- πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
- Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
- ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.
- ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
- μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.
- βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
- ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
- ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
- ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
- ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.
- εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,
- ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
- ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,
- οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
- οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,
- τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ
- πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·
- εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·
- τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
- οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
- αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
- πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·
- αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
- ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.
- ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,
- αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·
- Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
- αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,
- οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,
- ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,
- πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.
- πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
- ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,
- ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,
- ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
- Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.
- κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.
- αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,
- Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,
- ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,
- ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
- δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·
- κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν
- οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν
- δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν
- ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην
- καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.
- ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
- μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν
- ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ
- οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ
- γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.
- ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο
- φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,
- γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.
- αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων
- ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.
- οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο
- νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,
- τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
- τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.
- παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
- ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·
- τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,
- Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο
- τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
- τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·
- Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες
- οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων
- οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,
- τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ
- ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο
- ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος
- αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων
- ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.
- ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς
- ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.
- ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας
- ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.
- ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·
- ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
- τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.
- ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,
- χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,
- ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,
- ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
- τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα
- θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,
- τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι
- χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
- καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,
- κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,
- γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,
- δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·
- Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,
- Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
- καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα
- ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·
- στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·
- ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,
- τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ
- γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.
- δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,
- ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
- συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·
- τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,
- τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.
- καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα
- λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.
- ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
- λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι
- ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·
- αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
- αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς
- ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.
- τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,
- εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι
- τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,
- παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.
- ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,
- πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,
- γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,
- δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.
- σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
- χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,
- ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,
- ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.
- μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,
- ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.
- ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,
- καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
- διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
- ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,
- ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.
- Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν
- εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ
- δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.
- καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον
- φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·
- τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·
- Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.
- ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,
- αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι
- ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
- καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,
- Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·
- ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν
- ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,
- μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου
- ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.
- αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους
- αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
- οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
- τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,
- πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.
- αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο
- νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο
- νῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείης
- οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,
- νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
- ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
- ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης
- οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.
- φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή,
- θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
- αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ,
- τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες
- πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.
- ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα Κίρκην
- ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκα
- ἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇ
- σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.
- ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·
- σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,
- δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.
- ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον
- αὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφι
- πλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα
- σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ
- ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.
- ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
- ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
- ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
- ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
- οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,
- ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων
- εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·
- αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.
- καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·
- ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ ἄκουσον,
- ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.
- Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας
- ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.
- ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ
- Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα
- οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,
- ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ
- ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς
- ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.
- ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων
- κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ
- τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,
- δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε
- ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,
- ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.
- εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,
- οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.
- αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,
- ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,
- ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς
- θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.
- ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰς
- κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·
- Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.
- τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
- τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,
- ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·
- ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.
- τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,
- ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν
- κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.
- οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,
- Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.
- καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,
- ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.
- οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
- ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε
- κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη
- κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.
- οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,
- οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·
- πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.
- μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,
- πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς
- νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.
- οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ
- τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.
- ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.
- τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
- γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν
- γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.
- τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
- ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ
- σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες
- πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.
- μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
- ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,
- αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,
- δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι
- κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.
- τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
- παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ
- φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.
- τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.
- πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.
- τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·
- τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.
- τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ
- δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·
- οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων.
- ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα
- νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
- ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.
- ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
- εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,
- εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
- τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.
- ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
- σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε
- καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
- ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,
- δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·
- οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.
- ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,
- δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι
- τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.
- ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,
- μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·
- ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
- Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ
- βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,
- ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,
- πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,
- οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,
- νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
- ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.
- τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ
- Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,
- μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.
- τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
- ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
- εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
- νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
- ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.
- ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
- ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·
- αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους
- αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
- οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
- ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
- ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
- ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
- Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
- αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
- ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
- δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
- ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους
- θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
- ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
- ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
- Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
- φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.
- οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ
- δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,
- ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.
- εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
- ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.
- ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·
- τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
- νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
- αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
- ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
- ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο
- καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ
- ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
- αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
- τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·
- αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
- Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·
- ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.
- οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
- ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·
- αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
- ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,
- ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς
- ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·
- δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
- νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.
- οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
- πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,
- ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
- ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ
- Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
- ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.
- ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
- ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους
- ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
- αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
- πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
- αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα
- φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,
- αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
- ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.
- ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα
- καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
- τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,
- βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ
- νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
- αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
- μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
- ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·
- οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ
- εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·
- ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,
- ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.
- νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
- ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
- τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς
- δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·
- σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ
- βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.
- τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
- νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι
- κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.
- ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
- Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
- μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
- εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
- καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
- λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·
- αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
- μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
- πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
- Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.
- οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε
- πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
- ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·
- ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις
- δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
- ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ
- πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη
- ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·
- ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
- πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
- δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
- ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
- ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
- τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
- ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
- σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους
- ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
- ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες
- ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.
- ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
- ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
- ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
- ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
- ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·
- αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
- χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·
- οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
- πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
- αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
- Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
- ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
- πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.
- δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
- μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων
- οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
- μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
- Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
- νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
- δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
- κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
- ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο
- Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
- νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·
- ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
- ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
- ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
- αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·
- σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα
- κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
- ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ
- οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε
- νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,
- ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας
- νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.
- ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,
- γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
- ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,
- ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα
- νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.
- ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
- δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,
- ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.
- ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
- καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
- Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.
- ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·
- εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν
- εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν
- ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι
- ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.
- ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.
- αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
- στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα
- ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι
- νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,
- οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·
- κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
- ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
- ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
- λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
- γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.
- ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·
- καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·
- ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε
- ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·
- δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,
- Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
- ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
- μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος
- γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.
- οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
- τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
- ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
- καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
- ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,
- γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·
- δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν
- εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
- ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
- χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
- ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·
- οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
- Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·
- κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
- πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
- λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
- ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
- ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
- εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,
- αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν
- τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
- εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
- νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,
- βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,
- ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.
- ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
- αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
- ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο
- βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·
- τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,
- φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·
- οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.
- αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,
- μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
- δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
- οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,
- ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
- αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
- μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.
- καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,
- βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
- ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
- καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.
- οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·
- Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
- ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.
- οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.
- ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε
- Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.
- αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·
- Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
- τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,
- οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε
- χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,
- ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.
- εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν,
- δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε
- καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
- τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ
- τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
- ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·
- ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.
- αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
- νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος
- εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.
- τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·
- εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει,
- ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.
- ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
- δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·
- ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
- καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,
- ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,
- ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.
- ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη
- φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,
- δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
- νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
- ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε
- κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,
- ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα
- ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα
- εἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ
- πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε
- πάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
- κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.
- Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·
- ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
- ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.
- οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
- κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.
- αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους
- λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,
- ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷ
- ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·
- τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,
- ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.
- ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,
- ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,
- ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.
- παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι
- ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.
- ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·
- αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,
- τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον
- οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·
- ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,
- μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.
- νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω
- ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον
- ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη
- κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,
- τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.
- ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,
- μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,
- ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.
- Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε
- εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.
- ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ
- νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
- ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
- ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;
- ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ
- σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν
- αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
- κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
- τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
- ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,
- ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω
- ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.
- ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,
- ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον
- αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.
- εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ
- κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
- δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν·
- ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
- ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον
- τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.
- ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.
- οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.
- καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,
- αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων
- βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.
- οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.
- τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο
- Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.
- μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα
- τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
- Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς
- πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
- δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.
- ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ
- νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·
- ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο
- δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·
- ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
- αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
- Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·
- Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
- πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·
- ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,
- πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
- ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν
- νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
- ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
- κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν
- παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
- πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
- καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
- Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
- πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ
- τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.
- ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
- νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν
- ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
- αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,
- Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας
- ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.
- αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ
- παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.
- ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,
- τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,
- ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·
- Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,
- τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
- τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·
- ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.
- αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
- αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ
- δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·
- κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε
- νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,
- πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
- σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
- κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.
- εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
- καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
- νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
- ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
- πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
- ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
- ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε
- πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
- ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ
- κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
- ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,
- ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·
- ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν
- ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
- δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.
- εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
- ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
- τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
- Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,
- ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ
- ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,
- αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
- ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι
- νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.
- αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
- ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
- ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
- ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
- λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
- ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι
- φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·
- ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,
- αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,
- αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ
- ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.
- ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειτα
- ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,
- σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·
- οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
- πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
- αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
- κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
- ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ
- ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
- καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν
- ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,
- πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·
- αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων
- λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
- πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·
- Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι
- τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,
- Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
- καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα
- οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων
- πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
- οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
- κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
- χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,
- πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
- εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·
- ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
- οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη
- πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
- ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων
- οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
- ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
- αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·
- ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.
- νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
- ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
- ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς
- ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,
- ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
- λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης
- νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες
- ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
- αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
- βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.
- ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
- ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,
- ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
- χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.
- οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον
- Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
- ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
- ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ
- οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.
- ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
- τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·
- ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει
- πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
- ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
- φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,
- ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
- ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
- ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
- ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·
- πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται
- ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους
- δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,
- μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.
- ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.
- ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι
- δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
- ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς
- εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,
- ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε
- Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν
- ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
- μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
- πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
- τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
- ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
- πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
- στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·
- ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
- χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
- ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
- ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
- ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
- πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς
- πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
- αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
- ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
- νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
- καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
- ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
- ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
- οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο
- ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.
- Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
- ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
- ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,
- μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.
- ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
- ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
- τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν
- ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
- πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
- ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
- παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
- δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·
- ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.
- τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
- χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
- ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε
- εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.
- καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
- τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
- ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ
- κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;
- τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
- νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
- εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
- οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,
- ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
- ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
- ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
- οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.
- ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος
- γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·
- αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη
- παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
- τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,
- τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.
- ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
- χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
- Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,
- αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·
- πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,
- τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς
- χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα
- φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
- Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
- ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
- οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
- Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,
- ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
- οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
- δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.
- τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
- ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·
- νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας
- ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.
- αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
- αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
- ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·
- τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι
- ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
- ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο
- πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.
- κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
- σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν
- δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,
- ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
- ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
- οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
- κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
- οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
- ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.
- ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
- χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ
- καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
- καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
- κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
- ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
- σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,
- οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
- μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
- ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
- κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων
- βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι
- μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως
- Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
- ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
- καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
- νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
- χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
- ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
- εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
- κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
- μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,
- πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
- πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,
- καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
- τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,
- ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
- αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
- βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
- οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα
- νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
- ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
- ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·
- πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
- θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
- νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω
- ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην
- γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω
- ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—
- εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
- αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
- τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
- οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
- ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
- ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·
- σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
- πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
- ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
- φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
- αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ
- ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
- ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
- πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
- χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
- ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
- Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
- ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
- ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
- ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·
- τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
- ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
- τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
- ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
- γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
- χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
- αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
- νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
- ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
- χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
- αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
- αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
- τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
- θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
- ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
- θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
- αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
- ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
- μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
- ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
- εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
- καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι
- Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.