Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο
  • ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;
  • ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,
  • αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.
  • ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον
  • κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,
  • καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·
  • νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·
  • τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω
  • λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ
  • χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
  • ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,
  • αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
  • ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα
  • Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,
  • βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα
  • Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
  • τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
  • καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
  • εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
  • νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
  • ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,
  • νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,
  • ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι
  • μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
  • ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·
  • αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
  • κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,
  • ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,
  • εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
  • ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
  • οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους
  • οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
  • σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·
  • ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης
  • φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
  • καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,
  • ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
  • ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
  • οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας
  • ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  • πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
  • ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ
  • γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
  • ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
  • ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  • μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·
  • ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν
  • ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.
  • εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;