ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαοχρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιοἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλονκουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίωλήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷχωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,