ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρουἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρουςαὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖονηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιονῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείηςοἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκηςοἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.