Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ
  • δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.
  • καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον
  • φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·
  • τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·
  • Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.
  • ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,
  • αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι
  • ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
  • καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,
  • Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·
  • ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν
  • ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,
  • μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου
  • ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.
  • αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους
  • αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
  • οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
  • τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,
  • πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.
  • αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο
  • νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο
  • νῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείης
  • οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,
  • νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
  • ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
  • ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  • δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης
  • οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.