διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺνεἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶδεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλονφράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοιἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.